4
Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν * ⸂ οὐρανοῖς RP f35 TR ¦ οὐρανῷ TNT2 WH NA NIV SBL ⸂οὐρανοῖς.⸃
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι· ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα * ⸂ γνῷ τὰ περὶ ὑμῶν RP f35 TR ¦ γνῶτε τὰ περὶ ἡμῶν TNT2 WH NA NIV SBL Ead ⸂γνῷ τὰ περὶ ὑμῶν⸃ καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσιν τὰ ὧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς—ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος * ⸂ χριστοῦ RP f35 TR SBL Ead ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV ⸂χριστοῦ,⸃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα *2 στῆτε RP f35 TR Ead ¦ σταθῆτε TNT2 WH NA NIV SBL 2στῆτε⸃ τέλειοι καὶ *3 πεπληρωμένοι RP f35 TR ¦ πεπληροφορημένοι TNT2 WH NA NIV SBL Ead 3πεπληρωμένοι⸃ ἐν παντὶ θελήματι τοῦ θεοῦ. 13 Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει * ⸂ ζῆλον πολὺν RP f35 TR Ead ¦ πολὺν πόνον TNT2 WH NA NIV SBL ⸂ζῆλον πολὺν⸃ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς. 15 Ἀσπάσασθε * ⸂ τοὺς … ἀδελφούς, καὶ Νυμφᾶν … αὐτοῦ RP f35 TR Ead ¦ τοὺς … ἀδελφούς, καὶ Νυμφᾶν … αὐτῶν TNT2 ¦ τοὺς … ἀδελφούς, καὶ Νύμφαν … αὐτῆς WH NA NIV SBL ⸂τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς, καὶ Νυμφᾶν, καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ⸃ ἐκκλησίαν. 16 Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν.
Ἡ χάρις μεθ᾽ ὑμῶν. * ⸋ Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋Ἀμήν.⸌

*4:1 ⸂ οὐρανοῖς RP f 35 TR ¦ οὐρανῷ TNT2 WH NA NIV SBL

*4:8 ⸂ γνῷ τὰ περὶ ὑμῶν RP f 35 TR ¦ γνῶτε τὰ περὶ ἡμῶν TNT2 WH NA NIV SBL Ead

*4:12 ⸂ χριστοῦ RP f 35 TR SBL Ead ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV

*4:12 ⸂2 στῆτε RP f 35 TR Ead ¦ σταθῆτε TNT2 WH NA NIV SBL

*4:12 ⸂3 πεπληρωμένοι RP f 35 TR ¦ πεπληροφορημένοι TNT2 WH NA NIV SBL Ead

*4:13 ⸂ ζῆλον πολὺν RP f 35 TR Ead ¦ πολὺν πόνον TNT2 WH NA NIV SBL

*4:15 ⸂ τοὺς … ἀδελφούς, καὶ Νυμφᾶν … αὐτοῦ RP f 35 TR Ead ¦ τοὺς … ἀδελφούς, καὶ Νυμφᾶν … αὐτῶν TNT2 ¦ τοὺς … ἀδελφούς, καὶ Νύμφαν … αὐτῆς WH NA NIV SBL

*4:18 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead