10
Ἀνὴρ δέ τις * ⸋ ἦν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἦν⸌ ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν * ⸋ τε RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τε⸌ ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ * ⸆ – RP f35 TR ¦ περὶ TNT2 WH NA NIV SBL ⸆ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριε; Εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον * ⸂ ἐνώπιον RP f35 TR ¦ ἔμπροσθεν TNT2 WH NA NIV SBL ⸂ἐνώπιον⸃ τοῦ θεοῦ. Καὶ νῦν πέμψον * ⸉ εἰς Ἰόππην ἄνδρας RP f35 TR ¦ ἄνδρας εἰς Ἰόππην TNT2 WH NA NIV SBL ⸉εἰς Ἰόππην ἄνδρας,⸊ καὶ μετάπεμψαι Σίμωνα * ⸂ τὸν ἐπικαλούμενον Πέτρον RP ¦ ὃς ἐπικαλεῖται Πέτρος f35 TR ¦ τινα ὃς ἐπικαλεῖται Πέτρος TNT2 WH NA NIV SBL ⸂τὸν ἐπικαλούμενον Πέτρον·⸃ οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν· TR ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν * ⸂ τῷ Κορνηλίῳ RP f35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL ⸂τῷ Κορνηλίῳ,⸃ φωνήσας δύο τῶν οἰκετῶν * ⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ,⸌ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος * ⸉ αὐτοῖς ἅπαντα RP f35 TR ¦ ἅπαντα αὐτοῖς TNT2 WH NA NIV SBL ⸉αὐτοῖς ἅπαντα,⸊ ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· 10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ * ⸂ ἐκείνων RP f35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL ⸂ἐκείνων,⸃ *2 ἐπέπεσεν RP f35 TR ¦ ἐγένετο TNT2 WH NA NIV SBL 2ἐπέπεσεν⸃ ἐπ᾽ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον * ⸋ ἐπ᾽ αὐτὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐπ᾽ αὐτὸν⸌ σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς *2 δεδεμένον, καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2δεδεμένον, καὶ⸌ καθιέμενον ἐπὶ τῆς γῆς· 12 ἐν ᾧ ὑπῆρχεν πάντα * ⸂ τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ RP f35 TR ¦ τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ TNT2 WH NA NIV SBL ⸂τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.⸃ 13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 Ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν * ⸂ ἢ RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸂ἢ⸃ ἀκάθαρτον. 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ * ⸂ πάλιν RP f35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL ⸂πάλιν⸃ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι * ⸂ ἀπὸ RP TR TNT2 ¦ ὑπὸ f35 WH NA NIV SBL ⸂ἀπὸ⸃ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν * ⸆ – RP f35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL ⸆ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες * ⸂ ἐπυνθάνοντο RP f35 TR TNT2 NA NIV SBL ¦ ἐπύθοντο WH ⸂ἐπυνθάνοντο⸃ εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου * ⸂ διενθυμουμένου RP f35 TNT2 WH NA NIV SBL ¦ ἐνθυμουμένου TR ⸂διενθυμουμένου⸃ περὶ τοῦ ὁράματος, εἶπεν *2 αὐτῷ τὸ πνεῦμα RP f35 TR NA27+28 NIV SBL ¦ τὸ πνεῦμα αὐτῷ TNT2 ¦ τὸ πνεῦμα WH NA25 2αὐτῷ τὸ πνεῦμα,⸃ Ἰδού, ἄνδρες * ⸆ – RP f35 SBL ¦ τρεῖς TR TNT2 NA27+28 NIV ¦ δύο WH NA25 *3 ζητοῦσίν RP f35 TNT2 ¦ ζητοῦσί TR ¦ ζητοῦντές WH NA NIV SBL 3ζητοῦσίν⸃ σε. 20 Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· * ⸂ διότι RP f35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL ⸂διότι⸃ ἐγὼ ἀπέσταλκα αὐτούς. 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτόν TR ⸆ εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; 22 Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου * ⸋ ἁγίου RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋ἁγίου⸌ μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.
Τῇ δὲ ἐπαύριον * ⸆ – RP f35 TR ¦ ἀναστὰς TNT2 WH NA NIV SBL * ⸋ ὁ Πέτρος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ Πέτρος⸌ ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ *2 – RP f35 TNT2 WH NA NIV SBL ¦ τὴς TR 2 Ἰόππης συνῆλθον αὐτῷ. 24  * ⸂ Καὶ τῇ RP f35 TR ¦ Τῇ δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ τῇ⸃ ἐπαύριον *2 εἰσῆλθον RP f35 TR ¦ εἰσῆλθεν TNT2 WH NA NIV SBL 2εἰσῆλθον⸃ εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο * ⸋ τοῦ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋τοῦ⸌ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. 26 Ὁ δὲ Πέτρος * ⸉ αὐτὸν ἤγειρεν RP ¦ ἤγειρεν αὐτὸν f35 TNT2 WH NA NIV SBL ¦ αὐτὸν ἤγειρε TR ⸉αὐτὸν ἤγειρεν⸊ λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. 30 Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην * ⸋ νηστεύων, καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋νηστεύων, καὶ⸌ τὴν ἐνάτην *2 ὥραν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὥραν⸌ προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καί φησιν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. 32 Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· * ⸋ ὃς παραγενόμενος λαλήσει σοι. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὃς παραγενόμενος λαλήσει σοι.⸌ 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ * ⸂ τοῦ θεοῦ RP f35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL ⸂τοῦ θεοῦ.⸃ 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν,
Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός· 35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. 36 Τὸν λόγον * ⸋ ὃν RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ὃν⸌ ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ χριστοῦ—οὗτός ἐστιν πάντων κύριος— 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, * ⸂ ἀρξάμενον RP f35 TR ¦ ἀρξάμενος TNT2 WH NA NIV SBL ⸂ἀρξάμενον⸃ ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης· 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. 39 Καὶ ἡμεῖς * ⸋ ἐσμεν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐσμεν⸌ μάρτυρες πάντων ὧν ἐποίησεν * ⸂ ἔν τε τῇ χώρᾳ … καὶ ἐν Ἱερουσαλήμ RP f35 TR NA27+28 NIV73 ¦ ἔν τε τῇ χώρᾳ … καὶ Ἱερουσαλήμ TNT2 WH NA25 NIV11 SBL ⸂ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ·⸃ ὃν *2 καὶ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR 2καὶ⸌ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40 Τοῦτον ὁ θεὸς ἤγειρεν * ⸆ – RP f35 TR TNT2 WH SBL ¦ ἐν NA NIV ⸆ τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι * ⸂ αὐτός RP f35 TR ¦ οὗτός TNT2 WH NA NIV SBL ⸂αὐτός⸃ ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, * ⸂ ὅσοι RP f35 TR TNT2 NA NIV SBL ¦ οἳ WH ⸂ὅσοι⸃ συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ *2 τοῦ ἁγίου πνεύματος RP f35 TR TNT2 NA NIV SBL ¦ τοῦ πνεύματος τοῦ ἁγίου WH 2τοῦ ἁγίου πνεύματος⸃ ἐκκέχυται. 46 Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Πέτρος, 47 Μήτι τὸ ὕδωρ * ⸉ κωλῦσαι δύναταί RP f35 TR ¦ δύναταί κωλῦσαι TNT2 WH NA NIV SBL ⸉κωλῦσαι δύναταί⸊ τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον * ⸂ καθὼς RP TR ¦ ὡς f35 TNT2 WH NA NIV SBL ⸂καθὼς⸃ καὶ ἡμεῖς; 48 Προσέταξέν * ⸂ τε RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂τε⸃ αὐτοὺς *2 βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP TR ¦ βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ f35 ¦ ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ βαπτισθῆναι TNT2 WH NA NIV SBL 2βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου.⸃ Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

*10:1 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:2 ⸋ τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:3 ⸆ – RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL

*10:4 ⸂ ἐνώπιον RP f 35 TR ¦ ἔμπροσθεν TNT2 WH NA NIV SBL

*10:5 ⸉ εἰς Ἰόππην ἄνδρας RP f 35 TR ¦ ἄνδρας εἰς Ἰόππην TNT2 WH NA NIV SBL

*10:5 ⸂ τὸν ἐπικαλούμενον Πέτρον RP ¦ ὃς ἐπικαλεῖται Πέτρος f 35 TR ¦ τινα ὃς ἐπικαλεῖται Πέτρος TNT2 WH NA NIV SBL

*10:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν· TR

*10:7 ⸂ τῷ Κορνηλίῳ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL

*10:7 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:8 ⸉ αὐτοῖς ἅπαντα RP f 35 TR ¦ ἅπαντα αὐτοῖς TNT2 WH NA NIV SBL

*10:10 ⸂ ἐκείνων RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL

*10:10 ⸂2 ἐπέπεσεν RP f 35 TR ¦ ἐγένετο TNT2 WH NA NIV SBL

*10:11 ⸋ ἐπ᾽ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:11 ⸋2 δεδεμένον, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:12 ⸂ τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ RP f 35 TR ¦ τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ TNT2 WH NA NIV SBL

*10:14 ⸂ ἢ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*10:16 ⸂ πάλιν RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*10:17 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:17 ⸂ ἀπὸ RP TR TNT2 ¦ ὑπὸ f 35 WH NA NIV SBL

*10:17 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL

*10:18 ⸂ ἐπυνθάνοντο RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐπύθοντο WH

*10:19 ⸂ διενθυμουμένου RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐνθυμουμένου TR

*10:19 ⸂2 αὐτῷ τὸ πνεῦμα RP f 35 TR NA27+28 NIV SBL ¦ τὸ πνεῦμα αὐτῷ TNT2 ¦ τὸ πνεῦμα WH NA25

*10:19 ⸆ – RP f 35 SBL ¦ τρεῖς TR TNT2 NA27+28 NIV ¦ δύο WH NA25

*10:19 ⸂3 ζητοῦσίν RP f 35 TNT2 ¦ ζητοῦσί TR ¦ ζητοῦντές WH NA NIV SBL

*10:20 ⸂ διότι RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*10:21 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτόν TR

*10:22 ⸋ ἁγίου RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*10:23 ⸆ – RP f 35 TR ¦ ἀναστὰς TNT2 WH NA NIV SBL

*10:23 ⸋ ὁ Πέτρος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:23 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴς TR

*10:24 ⸂ Καὶ τῇ RP f 35 TR ¦ Τῇ δὲ TNT2 WH NA NIV SBL

*10:24 ⸂2 εἰσῆλθον RP f 35 TR ¦ εἰσῆλθεν TNT2 WH NA NIV SBL

*10:25 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*10:26 ⸉ αὐτὸν ἤγειρεν RP ¦ ἤγειρεν αὐτὸν f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὸν ἤγειρε TR

*10:30 ⸋ νηστεύων, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:30 ⸋2 ὥραν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:32 ⸋ ὃς παραγενόμενος λαλήσει σοι. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:33 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL

*10:36 ⸋ ὃν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*10:37 ⸂ ἀρξάμενον RP f 35 TR ¦ ἀρξάμενος TNT2 WH NA NIV SBL

*10:39 ⸋ ἐσμεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:39 ⸂ ἔν τε τῇ χώρᾳ … καὶ ἐν Ἱερουσαλήμ RP f 35 TR NA27+28 NIV73 ¦ ἔν τε τῇ χώρᾳ … καὶ Ἱερουσαλήμ TNT2 WH NA25 NIV11 SBL

*10:39 ⸋2 καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*10:40 ⸆ – RP f 35 TR TNT2 WH SBL ¦ ἐν NA NIV

*10:42 ⸂ αὐτός RP f 35 TR ¦ οὗτός TNT2 WH NA NIV SBL

*10:45 ⸂ ὅσοι RP f 35 TR TNT2 NA NIV SBL ¦ οἳ WH

*10:45 ⸂2 τοῦ ἁγίου πνεύματος RP f 35 TR TNT2 NA NIV SBL ¦ τοῦ πνεύματος τοῦ ἁγίου WH

*10:46 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:47 ⸉ κωλῦσαι δύναταί RP f 35 TR ¦ δύναταί κωλῦσαι TNT2 WH NA NIV SBL

*10:47 ⸂ καθὼς RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL

*10:48 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*10:48 ⸂2 βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP TR ¦ βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ f 35 ¦ ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ βαπτισθῆναι TNT2 WH NA NIV SBL