12
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος* Λάζαρος WH NA28 ] + ὁ τεθνηκώς Treg RP ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg; – RP ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκ ἐκ WH Treg NA28 ] – RPῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ἡ οὖν ⸀Μαριὰμ§ Μαριὰμ WH Treg NA28 ] Μαρία RPλαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει ⸀δὲ* δὲ WH NA28 ] οὖν Treg RP ⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NA28; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων ἔχων WH Treg NA28 ] εἶχεν καὶ RPτὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα§ ἵνα WH Treg NA28 ] – RP εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ* τηρήσῃ WH Treg NA28 ] τετήρηκεν RPαὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Ἔγνω ⸀οὖν οὖν Treg RP ] + ὁ WH NA28ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 Τῇ ἐπαύριον ⸀ὁ ⸀ὁ WH NA28 ] – Treg RP ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ§ ⸁ὁ NA28 ] – WH Treg RPἸησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον* ἐκραύγαζον WH Treg NA28 ] ἔκραζον RP Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ καὶ ὁ WH Treg NA28 ] – RP βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον· 15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 ⸀ταῦτα ταῦτα WH Treg NA28 ] + δὲ RP οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ§ αὐτοῦ οἱ μαθηταὶ WH NA28 ] οἱ μαθηταὶ αὐτοῦ Treg RP τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο ⸀καὶ* καὶ WH RP NA28 ] – Treg NIV ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν ἤκουσαν WH Treg NA28 ] ἤκουσεν RPτοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος κόσμος WH Treg RP NA28 ] + ὅλος NIVὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 Ἦσαν δὲ ⸂Ἕλληνές τινες§ Ἕλληνές τινες WH Treg NA28 ] τινες Ἕλληνές RP ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται ⸀ὁ* ὁ WH Treg NA28 ] – RP Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται ἔρχεται WH Treg NA28 ] καὶ πάλιν RP Ἀνδρέας καὶ καὶ WH Treg NA28 ] – RPΦίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ. 23 ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται§ ἀποκρίνεται WH Treg NA28 ] ἀπεκρίνατο RPαὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει* ἀπολλύει WH Treg NA28 ] ἀπολέσει RPαὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί ⸂τις διακονῇ τις διακονῇ WH Treg NA28 ] διακονῇ τις RP ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν ἐάν WH Treg NA28 ] καὶ ἐάν RPτις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν§ Ἰησοῦς καὶ εἶπεν Treg NA28 RP ] καὶ εἶπεν Ἰησοῦς WH · Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη* ἡ φωνὴ αὕτη WH Treg NA28 ] αὕτη ἡ φωνὴ RP γέγονεν ἀλλὰ διʼ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ⸀ἐὰν ἐὰν Treg NA28 RP ] ἂν WHὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 ἀπεκρίθη ⸀οὖν οὖν WH NA28 ] – Treg RP αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ§ λέγεις σὺ WH Treg NA28 ] σὺ λέγεις RP ⸀ὅτι* ὅτι WH Treg NA28 ] – RPδεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν ἐν ὑμῖν WH Treg NA28 ] μεθʼ ὑμῶν RP ἐστιν. περιπατεῖτε ⸀ὡς ὡς WH Treg NA28 ] ἕως RPτὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ⸀ὡς§ ὡς WH Treg NA28 ] Ἕως RP τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.* ἐλάλησεν WH Treg NA28 ] + ὁ RP
Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν. 37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν ἐπώρωσεν WH Treg NA28 ] πεπώρωκεν RP αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν στραφῶσιν WH Treg NA28 ] ἐπιστραφῶσιν RP καὶ ⸀ἰάσομαι§ ἰάσομαι WH Treg NA28 ] ἰάσωμαι RPαὐτούς. 41 ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι* ὅτι WH Treg NA28 ] ὅτε RPεἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ φυλάξῃ WH Treg NA28 ] πιστεύσῃ RP ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν δέδωκεν WH Treg NA28 ] ἔδωκεν RPτί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ§ ἐγὼ λαλῶ WH Treg NA28 ] λαλῶ ἐγὼ RP, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.

*12:1 Λάζαρος WH NA28 ] + ὁ τεθνηκώς Treg RP

12:1 Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg; – RP

12:2 ἐκ WH Treg NA28 ] – RP

§12:3 Μαριὰμ WH Treg NA28 ] Μαρία RP

*12:4 δὲ WH NA28 ] οὖν Treg RP

12:4 Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NA28; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP

12:6 ἔχων WH Treg NA28 ] εἶχεν καὶ RP

§12:7 ἵνα WH Treg NA28 ] – RP

*12:7 τηρήσῃ WH Treg NA28 ] τετήρηκεν RP

12:9 οὖν Treg RP ] + ὁ WH NA28

12:12 ⸀ὁ WH NA28 ] – Treg RP

§12:12 ⸁ὁ NA28 ] – WH Treg RP

*12:13 ἐκραύγαζον WH Treg NA28 ] ἔκραζον RP

12:13 καὶ ὁ WH Treg NA28 ] – RP

12:16 ταῦτα WH Treg NA28 ] + δὲ RP

§12:16 αὐτοῦ οἱ μαθηταὶ WH NA28 ] οἱ μαθηταὶ αὐτοῦ Treg RP

*12:18 καὶ WH RP NA28 ] – Treg NIV

12:18 ἤκουσαν WH Treg NA28 ] ἤκουσεν RP

12:19 κόσμος WH Treg RP NA28 ] + ὅλος NIV

§12:20 Ἕλληνές τινες WH Treg NA28 ] τινες Ἕλληνές RP

*12:22 ὁ WH Treg NA28 ] – RP

12:22 ἔρχεται WH Treg NA28 ] καὶ πάλιν RP

12:22 καὶ WH Treg NA28 ] – RP

§12:23 ἀποκρίνεται WH Treg NA28 ] ἀπεκρίνατο RP

*12:25 ἀπολλύει WH Treg NA28 ] ἀπολέσει RP

12:26 τις διακονῇ WH Treg NA28 ] διακονῇ τις RP

12:26 ἐάν WH Treg NA28 ] καὶ ἐάν RP

§12:30 Ἰησοῦς καὶ εἶπεν Treg NA28 RP ] καὶ εἶπεν Ἰησοῦς WH

*12:30 ἡ φωνὴ αὕτη WH Treg NA28 ] αὕτη ἡ φωνὴ RP

12:32 ἐὰν Treg NA28 RP ] ἂν WH

12:34 οὖν WH NA28 ] – Treg RP

§12:34 λέγεις σὺ WH Treg NA28 ] σὺ λέγεις RP

*12:34 ὅτι WH Treg NA28 ] – RP

12:35 ἐν ὑμῖν WH Treg NA28 ] μεθʼ ὑμῶν RP

12:35 ὡς WH Treg NA28 ] ἕως RP

§12:36 ὡς WH Treg NA28 ] Ἕως RP

*12:36 ἐλάλησεν WH Treg NA28 ] + ὁ RP

12:40 ἐπώρωσεν WH Treg NA28 ] πεπώρωκεν RP

12:40 στραφῶσιν WH Treg NA28 ] ἐπιστραφῶσιν RP

§12:40 ἰάσομαι WH Treg NA28 ] ἰάσωμαι RP

*12:41 ὅτι WH Treg NA28 ] ὅτε RP

12:47 φυλάξῃ WH Treg NA28 ] πιστεύσῃ RP

12:49 δέδωκεν WH Treg NA28 ] ἔδωκεν RP

§12:50 ἐγὼ λαλῶ WH Treg NA28 ] λαλῶ ἐγὼ RP