10
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ* φωνεῖ WH Treg NA28 ] καλεῖ RPκατʼ ὄνομα καὶ ἐξάγει αὐτά. ⸀ὅταν ὅταν WH Treg NA28 ] Καὶ ὅταν RP τὰ ἴδια ⸀πάντα πάντα WH Treg NA28 ] πρόβατα RPἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν§ ἀκολουθήσουσιν WH Treg NA28 ] ἀκολουθήσωσιν RPἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν* ἦν WH NA28 RP ] ᾖ Tregἃ ἐλάλει αὐτοῖς.
Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς αὐτοῖς Treg RP ] – WH NA28 ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ὅτι NA28 RP ] – WH Tregἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ§ πρὸ ἐμοῦ WH Treg NA28 ] – RP κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ ⸀μισθωτὸς* μισθωτὸς WH NA28 ] + δέ Treg RP καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν ἔστιν WH Treg NA28 ] εἰσιν RP τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει σκορπίζει WH Treg NA28 ] + τὰ πρόβατα RP 13 ⸀ὅτι§ ὅτι WH Treg NA28 ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RPμισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά* γινώσκουσί με τὰ ἐμά WH Treg NA28 ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με δεῖ με WH Treg NA28 ] με δεῖ RP ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται γενήσονται WH Treg NA28 ] γενήσεται RP μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό ⸂με ὁ πατὴρ§ με ὁ πατὴρ WH Treg NA28 ] ὁ πατήρ με RP ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς ⸀αἴρει* αἴρει Treg NA28 RP ] ἦρεν WHαὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 ⸀Σχίσμα Σχίσμα WH Treg NA28 ] + οὖν RPπάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ⸀ἄλλοι ἄλλοι WH Treg RP NA28 ] + δὲ NIV ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι§ ἀνοῖξαι WH Treg NA28 ] ἀνοίγειν RP
22 Ἐγένετο ⸀τότε* τότε WH NA28 ] δὲ Treg RP τὰ ἐγκαίνια ἐν ⸀τοῖς τοῖς WH Treg NA28 ] – RPἹεροσολύμοις· ⸀χειμὼν χειμὼν WH Treg NA28 ] καὶ χειμὼν RPἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ§ τοῦ WH Treg NA28 ] – RPΣολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ* ὅτι οὐκ WH Treg NA28 ] οὐ γάρ RP ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν ἐμῶν WH Treg NA28 ] + καθὼς εἶπον ὑμῖν RP 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον§ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NA28 ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου ⸀ὃ* ὃ WH Treg NA28 ] ὃς NIV RP δέδωκέν ⸀μοι μοι WH Treg RP NA28 ] + αὐτὰ NIV ⸂πάντων μεῖζων πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA28; μείζων πάντων NIV RP ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός§ πατρός WH NA28 ] + μου Treg RP 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν ⸀οὖν* οὖν Treg RP ] – WH NA28πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν ἔργα καλὰ ἔδειξα ὑμῖν NA28 ] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH ἐκ τοῦ ⸀πατρός πατρός WH NA28 ] + μου Treg RP διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε§ ἐμὲ λιθάζετε WH Treg NA28 ] λιθάζετε ἐμὲ RP; 33 ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι* Ἰουδαῖοι WH Treg NA28 ] + λέγοντες RP Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι ὅτι WH Treg NA28 ] – RPἘγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε πιστεύετε WH Treg NA28 ] πιστεύσατε RP ἵνα γνῶτε καὶ ⸀γινώσκητε§ γινώσκητε WH Treg NA28 ] πιστεύσητε RP ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί* τῷ πατρί WH Treg NA28 ] αὐτῷ RP. 39 ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NA28 πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NA28 ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP.

*10:3 φωνεῖ WH Treg NA28 ] καλεῖ RP

10:4 ὅταν WH Treg NA28 ] Καὶ ὅταν RP

10:4 πάντα WH Treg NA28 ] πρόβατα RP

§10:5 ἀκολουθήσουσιν WH Treg NA28 ] ἀκολουθήσωσιν RP

*10:6 ἦν WH NA28 RP ] ᾖ Treg

10:7 αὐτοῖς Treg RP ] – WH NA28

10:7 ὅτι NA28 RP ] – WH Treg

§10:8 πρὸ ἐμοῦ WH Treg NA28 ] – RP

*10:12 μισθωτὸς WH NA28 ] + δέ Treg RP

10:12 ἔστιν WH Treg NA28 ] εἰσιν RP

10:12 σκορπίζει WH Treg NA28 ] + τὰ πρόβατα RP

§10:13 ὅτι WH Treg NA28 ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RP

*10:14 γινώσκουσί με τὰ ἐμά WH Treg NA28 ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP

10:16 δεῖ με WH Treg NA28 ] με δεῖ RP

10:16 γενήσονται WH Treg NA28 ] γενήσεται RP

§10:17 με ὁ πατὴρ WH Treg NA28 ] ὁ πατήρ με RP

*10:18 αἴρει Treg NA28 RP ] ἦρεν WH

10:19 Σχίσμα WH Treg NA28 ] + οὖν RP

10:21 ἄλλοι WH Treg RP NA28 ] + δὲ NIV

§10:21 ἀνοῖξαι WH Treg NA28 ] ἀνοίγειν RP

*10:22 τότε WH NA28 ] δὲ Treg RP

10:22 τοῖς WH Treg NA28 ] – RP

10:22 χειμὼν WH Treg NA28 ] καὶ χειμὼν RP

§10:23 τοῦ WH Treg NA28 ] – RP

*10:26 ὅτι οὐκ WH Treg NA28 ] οὐ γάρ RP

10:26 ἐμῶν WH Treg NA28 ] + καθὼς εἶπον ὑμῖν RP

10:27 ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP

§10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NA28 ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP

*10:29 ὃ WH Treg NA28 ] ὃς NIV RP

10:29 μοι WH Treg RP NA28 ] + αὐτὰ NIV

10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA28; μείζων πάντων NIV RP

§10:29 πατρός WH NA28 ] + μου Treg RP

*10:31 οὖν Treg RP ] – WH NA28

10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NA28 ] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH

10:32 πατρός WH NA28 ] + μου Treg RP

§10:32 ἐμὲ λιθάζετε WH Treg NA28 ] λιθάζετε ἐμὲ RP

*10:33 Ἰουδαῖοι WH Treg NA28 ] + λέγοντες RP

10:34 ὅτι WH Treg NA28 ] – RP

10:38 πιστεύετε WH Treg NA28 ] πιστεύσατε RP

§10:38 γινώσκητε WH Treg NA28 ] πιστεύσητε RP

*10:38 τῷ πατρί WH Treg NA28 ] αὐτῷ RP

10:39 πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NA28

10:42 πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NA28 ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP