2
Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰς* εἰς WH Treg NA28 ] + τὴν RPσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, ⸂ἐπιβλέψητε δὲ ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε εἴπητε WH Treg NA28 ] + αὐτῷ RP Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ§ ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP ὑπὸ τὸ ὑποπόδιόν μου, ⸀οὐ* οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RPδιεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP 11 ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃς§ μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP εἶπεν καί· Μὴ ⸀φονεύσῃς* φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος ἔλεος WH Treg NA28 ] ἔλεον RP κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
14 ⸀Τί§ Τί WH ] + τὸ Treg NA28 RPὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ⸀ἐὰν* ἐὰν WH Treg NA28 ] + δὲ RP ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RPτῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί τί WH ] + τὸ Treg NA28 RPὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα§ ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP, νεκρά ἐστιν καθʼ ἑαυτήν.
18 Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶς* χωρὶς WH Treg NA28 ] ἐκ RP τῶν ⸀ἔργων ἔργων WH Treg NA28 ] + σου RP κἀγώ ⸂σοι δείξω σοι δείξω WH Treg NA28 ] δείξω σοι RP ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν§ πίστιν WH Treg NA28 ] + μου RP 19 σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός* εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργή ἀργή WH Treg NA28 ] νεκρά RPἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 ⸀ὁρᾶτε ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RPὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ ⸀γὰρ§ γὰρ Treg NA28 RP ] – WH τὸ σῶμα χωρὶς* χωρὶς WH NA28 ] + τῶν Treg RPπνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.

*2:2 εἰς WH Treg NA28 ] + τὴν RP

2:3 ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP

2:3 εἴπητε WH Treg NA28 ] + αὐτῷ RP

§2:3 ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP

*2:4 οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RP

2:5 τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP

2:10 τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP

§2:11 μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP

*2:11 φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP

2:11 μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP

2:13 ἔλεος WH Treg NA28 ] ἔλεον RP

§2:14 Τί WH ] + τὸ Treg NA28 RP

*2:15 ἐὰν WH Treg NA28 ] + δὲ RP

2:15 λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RP

2:16 τί WH ] + τὸ Treg NA28 RP

§2:17 ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP

*2:18 χωρὶς WH Treg NA28 ] ἐκ RP

2:18 ἔργων WH Treg NA28 ] + σου RP

2:18 σοι δείξω WH Treg NA28 ] δείξω σοι RP

§2:18 πίστιν WH Treg NA28 ] + μου RP

*2:19 εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP

2:20 ἀργή WH Treg NA28 ] νεκρά RP

2:24 ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RP

§2:26 γὰρ Treg NA28 RP ] – WH

*2:26 χωρὶς WH NA28 ] + τῶν Treg RP