16
Εἰ δὲ τοίνυν καὶ γυνὴ, καὶ γηραιὰ, καὶ ἑπτὰ παὶδων μήτηρ ὑπέμεινε τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
Ἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθῶν ἄνδρες ἐπεκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν. Καὶ οὐχ οὕτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρὶ, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὑτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους. Ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ.
Καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἦν ἡ γυνὴ, καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπʼ αὐτοῖς· καὶ ἴσως ἄν ταῦτα οὕτως εἶπεν,
Ὦ μελέα ἔγωγε, καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι. Ὦ μάταιοι ἐπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἐπτὰ δεκάηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίοι. Μάτην ἐφʼ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς. Ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γαμήσαντες ἀνόνητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι. 10 Ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος. 11 Οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά.
12 Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ. Οὐδʼ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα, οὐδʼ ὡς ἀποθνησκόντων ἐλυπήθη. 13 Ἀλλʼ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν, μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.
14 Ὦ διʼ εὐσέβειαν Θεοῦ στρατιῶτι, πρεσβύτι καὶ γυνὴ διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἄνανδρος. 15 Καὶ γὰν ὃτε συνελήφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβοαΐδι φωνῇ,
16 Ὦ παῖδες, γενναῖος ὁ ἀγών· εφ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίουνόμου. 17 Καὶ γὰρ αἰσχρὸν τὸν μὴν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀληδόνας, ὑμᾶς δὲ τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους.
18 Ἀναμνήσθητε, ὅτι διὰ τὸν Θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατέ· 19 καὶ διὰ τιῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν Θεόν. 20 Διʼ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἁβραὰμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ἰσαὰκ, καὶ τὴν πατρῷαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπʼ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. 21 Καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν, διὰ τὸν Θεόν. 22 Καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν Θεὸν ἔχοντες, μὴ χαλεπαίνητε. 23 Ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀντιστασθαι τοῖς πόνοις.
24 Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα, ἔπεισε μᾶλλον, ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ. 25 Ἔτι δὲ καὶ ταῦτα ἰδόντες, ὅτι διὰ τὸν Θεὸν ἀποθανόντες ζῶσιν τῷ Θεῷ, ὥσπερ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ πάντες οἱ πατριάρχαι.