2
Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ὁ λέγων, * ⸆ – RP f35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL ⸆ Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμέν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς * ⸋ οὕτως RP f35 TR NA NIV ¦ – TNT2 WH SBL ⸋οὕτως⸌ περιπατεῖν.
* ⸂ Ἀδελφοί RP f35 TR ¦ Ἀγαπητοί TNT2 WH NA NIV SBL ⸂Ἀδελφοί,⸃ οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, *2 ἣν εἴχετε ἀπ᾽ ἀρχῆς … ὃν ἠκούσατε ἀπ᾽ ἀρχῆς RP f35 TR ¦ ἣν εἴχετε ἀπ᾽ ἀρχῆς … ὃν ἠκούσατε TNT2 WH NA NIV SBL 2ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπ᾽ ἀρχῆς.⸃ Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11 Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστίν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12 Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. 13 Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς. * ⸂ Γράφω … Γράφω … Ἔγραψα RP f35 TR ¦ Γράφω … Ἔγραψα … Ἔγραψα TNT2 WH NA NIV SBL ⸂Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. Γράφω ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. 14 Ἔγραψα⸃ ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ. 16 Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκός, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστίν. 17 Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
18 Παιδία, ἐσχάτη ὥρα ἐστίν· καὶ καθὼς ἠκούσατε ὅτι * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 Ἐξ ἡμῶν ἐξῆλθον, * ⸉ ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν RP f35 TR ¦ ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν TNT2 WH NA NIV SBL ⸉ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν,⸊ μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν· ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20 Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, * ⸋ καὶ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋καὶ⸌ οἴδατε * ⸂ πάντα RP f35 TR TNT2 ¦ πάντες WH NA NIV SBL ⸂πάντα.⸃ 21 Οὐκ ἔγραψα ὑμῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22 Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει. * ⸆ – RP f35 TR ¦ ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. TNT2 WH NA NIV SBL 24 Ὑμεῖς * ⸋ οὖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὖν⸌ ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς * ⸉ ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ RP TR TNT2 WH NA NIV SBL ¦ ἐν τῷ πατρὶ καὶ ἐν τῷ υἱῷ f35 ⸉ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ⸊ μενεῖτε. 25 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. 26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 Καὶ ὑμεῖς, τὸ χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ * ⸉ ἐν ὑμῖν μένει RP f35 TR ¦ μένει ἐν ὑμῖν TNT2 WH NA NIV SBL ⸉ἐν ὑμῖν μένει,⸊ καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς * ⸂ τὸ αὐτὸ χρίσμα RP f35 TR ¦ τὸ αὐτοῦ χρίσμα TNT2 WH NA NIV SBL ⸂τὸ αὐτὸ χρίσμα⸃ διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν, καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, *2 μενεῖτε ἐν αὐτῷ … μένετε ἐν αὐτῷ RP f35 TR ¦ μένετε ἐν αὐτῷ … μένετε ἐν αὐτῷ TNT2 WH NA NIV SBL 2μενεῖτε ἐν αὐτῷ. 28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ·⸃ ἵνα * ⸂ ὅταν RP f35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL ⸂ὅταν⸃ φανερωθῇ, *2 ἔχωμεν RP f35 TR ¦ σχῶμεν TNT2 WH NA NIV SBL 2ἔχωμεν⸃ παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι * ⸆ – RP f35 TR WH SBL ¦ καὶ TNT2 NA NIV ⸆ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

*2:4 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*2:6 ⸋ οὕτως RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL

*2:7 ⸂ Ἀδελφοί RP f 35 TR ¦ Ἀγαπητοί TNT2 WH NA NIV SBL

*2:7 ⸂2 ἣν εἴχετε ἀπ᾽ ἀρχῆς … ὃν ἠκούσατε ἀπ᾽ ἀρχῆς RP f 35 TR ¦ ἣν εἴχετε ἀπ᾽ ἀρχῆς … ὃν ἠκούσατε TNT2 WH NA NIV SBL

*2:13 ⸂ Γράφω … Γράφω … Ἔγραψα RP f 35 TR ¦ Γράφω … Ἔγραψα … Ἔγραψα TNT2 WH NA NIV SBL

*2:18 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:19 ⸉ ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν RP f 35 TR ¦ ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν TNT2 WH NA NIV SBL

*2:20 ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*2:20 ⸂ πάντα RP f 35 TR TNT2 ¦ πάντες WH NA NIV SBL

*2:23 ⸆ – RP f 35 TR ¦ ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. TNT2 WH NA NIV SBL

*2:24 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:24 ⸉ ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ RP TR TNT2 WH NA NIV SBL ¦ ἐν τῷ πατρὶ καὶ ἐν τῷ υἱῷ f 35

*2:27 ⸉ ἐν ὑμῖν μένει RP f 35 TR ¦ μένει ἐν ὑμῖν TNT2 WH NA NIV SBL

*2:27 ⸂ τὸ αὐτὸ χρίσμα RP f 35 TR ¦ τὸ αὐτοῦ χρίσμα TNT2 WH NA NIV SBL

*2:27 ⸂2 μενεῖτε ἐν αὐτῷ … μένετε ἐν αὐτῷ RP f 35 TR ¦ μένετε ἐν αὐτῷ … μένετε ἐν αὐτῷ TNT2 WH NA NIV SBL

*2:28 ⸂ ὅταν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL

*2:28 ⸂2 ἔχωμεν RP f 35 TR ¦ σχῶμεν TNT2 WH NA NIV SBL

*2:29 ⸆ – RP f 35 TR WH SBL ¦ καὶ TNT2 NA NIV