ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
1
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρί, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη * απο θεου πατρος ημων και κυριου ιησου χριστου 84.7% ¦ — CT 7.5%ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν † υμων ¦ — CTὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν· 4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ‡ θεου ¦ του θεου NA WHΘεοῦ, τὴν ἐκλογὴν ὑμῶν· 5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ, καὶ § εν ¦ — SBL WHἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν * εν ¦ — WHἐν ὑμῖν δι᾽ ὑμᾶς. 6 Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου, 7 ὥστε γενέσθαι ὑμᾶς † τυπους ¦ τυπον CTτύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ‡ τη ¦ εν τη ANT CT ¦ — PCKτῇ Ἀχαΐᾳ. 8 Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ § εν τη ¦ — SBL TR WHἐν τῇ Ἀχαΐᾳ, * αλλα και ¦ αλλ CTἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν † ημας εχειν ¦ εχειν ημας CTἡμᾶς ἔχειν λαλεῖν τι. 9 Αὐτοὶ γὰρ περὶ ‡ ημων ¦ υμων PCKἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον § εσχομεν ¦ εχομεν STἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ * των ¦ — TRτῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς † απο ¦ εκ CTἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
*1:1 απο θεου πατρος ημων και κυριου ιησου χριστου 84.7% ¦ — CT 7.5%
†1:2 υμων ¦ — CT
‡1:4 θεου ¦ του θεου NA WH
§1:5 εν ¦ — SBL WH
*1:5 εν ¦ — WH
†1:7 τυπους ¦ τυπον CT
‡1:7 τη ¦ εν τη ANT CT ¦ — PCK
§1:8 εν τη ¦ — SBL TR WH
*1:8 αλλα και ¦ αλλ CT
†1:8 ημας εχειν ¦ εχειν ημας CT
‡1:9 ημων ¦ υμων PCK
§1:9 εσχομεν ¦ εχομεν ST
*1:10 των ¦ — TR
†1:10 απο ¦ εκ CT