ΚΑΤΑ ΙΩΑΝΝΗΝ
1
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10 Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν. 14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας.
15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, Οὗτος ἦν * ⸂ ὃν εἶπον RP f35 TR TNT2 NA NIV SBL ¦ ὁ εἰπών WH ⸂ὃν εἶπον,⸃ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. 16  * ⸂ Καὶ RP f35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL ⸂Καὶ⸃ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17 Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ χριστοῦ ἐγένετο. 18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ μονογενὴς * ⸂ υἱός RP f35 TR ¦ θεὸς TNT2 WH NA NIV SBL ⸂υἱός,⸃ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν * ⸆ – RP f35 TR NIV73 SBL ¦ πρὸς αὐτὸν TNT2 WH NA NIV11 ⸆ οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; 20 Καὶ ὡμολόγησεν, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι * ⸉ Οὐκ εἰμὶ ἐγὼ RP f35 TR ¦ Ἐγὼ οὐκ εἰμὶ TNT2 WH NA NIV SBL ⸉Οὐκ εἰμὶ ἐγὼ⸊ ὁ χριστός. 21 Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; * ⸉ Ἠλίας εἶ σύ RP f35 TR NA25 ¦ Σὺ Ἠλίας εἶ TNT2 NA27+28 NIV SBL ¦ Σὺ Ἠλείας εἶ WH ⸉Ἠλίας εἶ σύ;⸊ Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. 22 Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; 23 Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. 24 Καὶ * ⸋ οἱ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 Καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστός, * ⸂ οὔτε … οὔτε RP f35 TR ¦ οὐδὲ … οὐδὲ TNT2 WH NA NIV SBL ⸂οὔτε Ἠλίας, οὔτε⸃ ὁ προφήτης; 26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος * ⸋ δὲ RP f35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL ⸋δὲ⸌ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27  * ⸋ Αὐτός ἐστιν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Αὐτός ἐστιν⸌ *2 ὁ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH 2ὁ⸌ ὀπίσω μου ἐρχόμενος, *3 ὃς ἔμπροσθέν μου γέγονεν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 3ὃς ἔμπροσθέν μου γέγονεν·⸌ οὗ * ⸂ ἐγὼ οὐκ εἰμὶ RP f35 TR ¦ οὐκ εἰμὶ ἐγὼ TNT2 WH NA NIV ¦ οὐκ εἰμὶ SBL ⸂ἐγὼ οὐκ εἰμὶ⸃ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν * ⸆ – RP f35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ Ἰωάννης βαπτίζων.
29 Τῇ ἐπαύριον βλέπει * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ Ἰωάννης f35 TR ⸆ τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 Οὗτός ἐστιν * ⸂ περὶ RP f35 TR ¦ ὑπὲρ TNT2 WH NA NIV SBL ⸂περὶ⸃ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν * ⸋ τῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῷ⸌ ὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον * ⸂ ὡσεὶ RP TR ¦ ὡς f35 TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. 33 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. 34 Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ * ⸂ υἱὸς RP f35 TR TNT2 WH NA NIV73 ¦ ἐκλεκτὸς NIV11 SBL ⸂υἱὸς⸃ τοῦ θεοῦ.
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει * ⸋ ὁ RP f35 TR NA NIV SBL ¦ – TNT2 WH ⸋ὁ⸌ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 37 Καὶ ἤκουσαν * ⸉ αὐτοῦ οἱ δύο μαθηταὶ RP f35 TR ¦ οἱ δύο μαθηταὶ αὐτοῦ TNT2 WH NA NIV SBL ⸉αὐτοῦ οἱ δύο μαθηταὶ⸊ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί—ὃ λέγεται * ⸂ ἑρμηνευόμενον RP f35 TR ¦ μεθερμηνευόμενον TNT2 WH NA NIV SBL ⸂ἑρμηνευόμενον,⸃ Διδάσκαλε—ποῦ μένεις; 39 Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ * ⸂ ἴδετε RP f35 TR ¦ ὄψεσθε TNT2 WH NA NIV SBL ⸂ἴδετε.⸃ Ἦλθον * ⸆ – RP f35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸆ καὶ εἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα *2 – RP f35 TNT2 WH NA NIV SBL ¦ δέ TR 2 ἦν ὡς δεκάτη. 40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41 Εὑρίσκει οὗτος * ⸂ πρῶτος RP f35 TR ¦ πρῶτον TNT2 WH NA NIV SBL ⸂πρῶτος⸃ τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσίαν—ὅ ἐστιν μεθερμηνευόμενον, * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὅ TR ⸆ χριστός. 42  * ⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ δὲ TR ⸆ αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίμων ὁ υἱὸς * ⸂ Ἰωνᾶ RP f35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL ⸂Ἰωνᾶ·⸃ σὺ κληθήσῃ Κηφᾶς—ὃ ἑρμηνεύεται Πέτρος.
43 Τῇ ἐπαύριον ἠθέλησεν * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR ⸆ ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ * ⸋ ὁ Ἰησοῦς RP TNT2 WH NA NIV SBL ¦ – f35 TR ⸋ὁ Ἰησοῦς,⸌ Ἀκολούθει μοι. 44 Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν * ⸋ τὸν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋τὸν⸌ υἱὸν *2 τοῦ RP TR TNT2 WH NA NIV SBL ¦ – f35 2τοῦ⸌ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ * ⸆ – RP f35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ Φίλιππος, Ἔρχου καὶ ἴδε. 47 Εἶδεν * ⸋ ὁ RP f35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋ὁ⸌ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. 48 Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. 49 Ἀπεκρίθη * ⸂ Ναθαναήλ καὶ λέγει αὐτῷ RP f35 TR ¦ αὐτῷ Ναθαναήλ TNT2 WH NA NIV SBL ⸂Ναθαναήλ καὶ λέγει αὐτῷ,⸃ Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ *2 εἶ ὁ βασιλεὺς RP f35 TR ¦ βασιλεὺς εἶ TNT2 WH NA NIV SBL 2εἶ ὁ βασιλεὺς⸃ τοῦ Ἰσραήλ. 50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, * ⸆ – RP f35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL ⸆ Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. 51 Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, * ⸋ ἀπ᾽ ἄρτι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπ᾽ ἄρτι⸌ ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

*1:15 ⸂ ὃν εἶπον RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ εἰπών WH

*1:16 ⸂ Καὶ RP f 35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL

*1:18 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:18 ⸂ υἱός RP f 35 TR ¦ θεὸς TNT2 WH NA NIV SBL

*1:19 ⸆ – RP f 35 TR NIV73 SBL ¦ πρὸς αὐτὸν TNT2 WH NA NIV11

*1:20 ⸉ Οὐκ εἰμὶ ἐγὼ RP f 35 TR ¦ Ἐγὼ οὐκ εἰμὶ TNT2 WH NA NIV SBL

*1:21 ⸉ Ἠλίας εἶ σύ RP f 35 TR NA25 ¦ Σὺ Ἠλίας εἶ TNT2 NA27+28 NIV SBL ¦ Σὺ Ἠλείας εἶ WH

*1:24 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:25 ⸂ οὔτε … οὔτε RP f 35 TR ¦ οὐδὲ … οὐδὲ TNT2 WH NA NIV SBL

*1:26 ⸋ δὲ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL

*1:27 ⸋ Αὐτός ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:27 ⸋2 ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*1:27 ⸋3 ὃς ἔμπροσθέν μου γέγονεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:27 ⸂ ἐγὼ οὐκ εἰμὶ RP f 35 TR ¦ οὐκ εἰμὶ ἐγὼ TNT2 WH NA NIV ¦ οὐκ εἰμὶ SBL

*1:28 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*1:29 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ Ἰωάννης f 35 TR

*1:30 ⸂ περὶ RP f 35 TR ¦ ὑπὲρ TNT2 WH NA NIV SBL

*1:31 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:32 ⸂ ὡσεὶ RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL

*1:34 ⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV73 ¦ ἐκλεκτὸς NIV11 SBL

*1:35 ⸋ ὁ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH

*1:37 ⸉ αὐτοῦ οἱ δύο μαθηταὶ RP f 35 TR ¦ οἱ δύο μαθηταὶ αὐτοῦ TNT2 WH NA NIV SBL

*1:38 ⸂ ἑρμηνευόμενον RP f 35 TR ¦ μεθερμηνευόμενον TNT2 WH NA NIV SBL

*1:39 ⸂ ἴδετε RP f 35 TR ¦ ὄψεσθε TNT2 WH NA NIV SBL

*1:39 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*1:39 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ δέ TR

*1:41 ⸂ πρῶτος RP f 35 TR ¦ πρῶτον TNT2 WH NA NIV SBL

*1:41 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅ TR

*1:42 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:42 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR

*1:42 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL

*1:43 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR

*1:43 ⸋ ὁ Ἰησοῦς RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR

*1:45 ⸋ τὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*1:45 ⸋2 τοῦ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*1:46 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*1:47 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25

*1:48 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*1:49 ⸂ Ναθαναήλ καὶ λέγει αὐτῷ RP f 35 TR ¦ αὐτῷ Ναθαναήλ TNT2 WH NA NIV SBL

*1:49 ⸂2 εἶ ὁ βασιλεὺς RP f 35 TR ¦ βασιλεὺς εἶ TNT2 WH NA NIV SBL

*1:50 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*1:51 ⸋ ἀπ᾽ ἄρτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL