3
1 Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. 3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, 4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6 κατὰ ⸀ζῆλος* ζῆλος WH Treg NA28 ] ζῆλον RPδιώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
7 Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8 ἀλλὰ ⸀μενοῦνγε† μενοῦνγε WH NA28 ] μέν οὖν Treg RP καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι ⸀σκύβαλα‡ σκύβαλα WH Treg NA28 ] + εἶναι RPἵνα Χριστὸν κερδήσω 9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ ⸀κοινωνίαν§ κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NA28 RP παθημάτων αὐτοῦ, ⸀συμμορφιζόμενος* συμμορφιζόμενος WH Treg NA28 ] συμμορφούμενος RPτῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν ⸂τὴν ἐκ† τὴν ἐκ WH Treg NA28 ] τῶν RP νεκρῶν.
12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ ⸀Χριστοῦ‡ Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NA28; τοῦ Χριστοῦ Ἰησοῦ RP 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸀οὐ§ οὐ Treg RP NA28 ] οὔπω WH NIVλογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω ⸀εἰς* εἰς WH Treg NA28 ] ἐπὶ RPτὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· 16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ ⸀στοιχεῖν† στοιχεῖν WH Treg NA28 ] + κανόνι τὸ ἀυτὸ φρονεῖν RP
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· 18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ⸀ἡμῶν‡ ἡμῶν WH Treg NA28 ] + εἰς τὸ γενέσθαι αὐτὸ RP σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ⸀αὑτῷ§ αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RPτὰ πάντα.
*3:6 ζῆλος WH Treg NA28 ] ζῆλον RP
†3:8 μενοῦνγε WH NA28 ] μέν οὖν Treg RP
‡3:8 σκύβαλα WH Treg NA28 ] + εἶναι RP
§3:10 κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NA28 RP
*3:10 συμμορφιζόμενος WH Treg NA28 ] συμμορφούμενος RP
†3:11 τὴν ἐκ WH Treg NA28 ] τῶν RP
‡3:12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NA28; τοῦ Χριστοῦ Ἰησοῦ RP
§3:13 οὐ Treg RP NA28 ] οὔπω WH NIV
*3:14 εἰς WH Treg NA28 ] ἐπὶ RP
†3:16 στοιχεῖν WH Treg NA28 ] + κανόνι τὸ ἀυτὸ φρονεῖν RP
‡3:21 ἡμῶν WH Treg NA28 ] + εἰς τὸ γενέσθαι αὐτὸ RP
§3:21 αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP