16
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς* μαθητάς WH Treg NA28 ] + αὐτοῦ RP Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ δύνῃ WH Treg NA28 ] δύνήσῃ RPἔτι οἰκονομεῖν. εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ ἐκ WH Treg NA28 ] – RP τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν§ ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; ὁ δὲ* ὁ δὲ WH Treg NA28 ] Καὶ RP εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει λέγει WH Treg NA28 ] Καὶ λέγει RP αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα§ τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. καὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε* ἑαυτοῖς ποιήσατε WH NA28 ] Ποιήσατε ἑαυτοῖς Treg RP φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ ἐκλίπῃ WH Treg NA28 ] ἐκλίπητε RPδέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον ὑμέτερον Treg NA28 RP ] ἡμέτερον WH τίς ⸂δώσει ὑμῖν§ δώσει ὑμῖν WH Treg ] ὑμῖν δώσει NA28 RP; 13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ἤκουον δὲ ταῦτα ⸀πάντα* πάντα WH Treg NA28 ] + καὶ RPοἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
16 Ὁ νόμος καὶ οἱ προφῆται ⸀μέχρι μέχρι WH Treg NA28 ] ἕως RPἸωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ καὶ WH Treg NA28 ] + πᾶς RPγαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ ⸀τις§ τις WH Treg NA28 ] + ἦν RP ὀνόματι ⸀Λάζαρος* Λάζαρος WH Treg NA28 ] + ὃς RPἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ⸀ἀπὸ ἀπὸ WH NA28 ] + τῶν ψιχίων Treg RP τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸀ἐπέλειχον ἐπέλειχον WH Treg NA28 ] ἀπέλειχον RPτὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ⸀ὁρᾷ§ ὁρᾷ WH Treg NA28 ] + τὸν RPἈβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ⸀ἀπέλαβες* ἀπέλαβες WH Treg NA28 ] + σὺ RPτὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ ⸀ἐν ἐν WH NA28 ] ἐπὶ Treg RP πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, ⸀μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. μηδὲ WH Treg NA28 ] + οἱ RP 27 εἶπεν δέ· Ἐρωτῶ ⸂σε οὖν§ σε οὖν WH Treg NA28 ] οὖν σε RP, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει ⸀δὲ* δὲ WH NA28 ] δὲ αὐτῷ Treg; αὐτῷ RPἈβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

*16:1 μαθητάς WH Treg NA28 ] + αὐτοῦ RP

16:2 δύνῃ WH Treg NA28 ] δύνήσῃ RP

16:4 ἐκ WH Treg NA28 ] – RP

§16:4 ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP

*16:6 ὁ δὲ WH Treg NA28 ] Καὶ RP

16:6 τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP

16:7 λέγει WH Treg NA28 ] Καὶ λέγει RP

§16:7 τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP

*16:9 ἑαυτοῖς ποιήσατε WH NA28 ] Ποιήσατε ἑαυτοῖς Treg RP

16:9 ἐκλίπῃ WH Treg NA28 ] ἐκλίπητε RP

16:12 ὑμέτερον Treg NA28 RP ] ἡμέτερον WH

§16:12 δώσει ὑμῖν WH Treg ] ὑμῖν δώσει NA28 RP

*16:14 πάντα WH Treg NA28 ] + καὶ RP

16:16 μέχρι WH Treg NA28 ] ἕως RP

16:18 καὶ WH Treg NA28 ] + πᾶς RP

§16:20 τις WH Treg NA28 ] + ἦν RP

*16:20 Λάζαρος WH Treg NA28 ] + ὃς RP

16:21 ἀπὸ WH NA28 ] + τῶν ψιχίων Treg RP

16:21 ἐπέλειχον WH Treg NA28 ] ἀπέλειχον RP

§16:23 ὁρᾷ WH Treg NA28 ] + τὸν RP

*16:25 ἀπέλαβες WH Treg NA28 ] + σὺ RP

16:26 ἐν WH NA28 ] ἐπὶ Treg RP

16:26 μηδὲ WH Treg NA28 ] + οἱ RP

§16:27 σε οὖν WH Treg NA28 ] οὖν σε RP

*16:29 δὲ WH NA28 ] δὲ αὐτῷ Treg; αὐτῷ RP