3
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος, ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς ⸀πᾶσαν* πᾶσαν WH Treg ] + τὴν NA28 RPπερίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ ⸀προφήτου προφήτου WH Treg NA28 ] + λέγοντος RP Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς ⸀εὐθείαν εὐθείαν NA28 RP ] εὐθείας WH Tregκαὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπʼ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ⸀ποιήσωμεν§ ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP 11 ἀποκριθεὶς δὲ ⸀ἔλεγεν* ἔλεγεν WH Treg NA28 ] λέγει RPαὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί ⸀ποιήσωμεν ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP 13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· ⸂Τί ποιήσωμεν καὶ ἡμεῖς Τί ποιήσωμεν καὶ ἡμεῖς WH Treg NA28 ] Καὶ ἡμεῖς τί ποιήσομεν RP ; καὶ εἶπεν ⸀αὐτοῖς§ αὐτοῖς WH Treg NA28 ] πρὸς αὐτούς RP Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο ⸂λέγων πᾶσιν ὁ Ἰωάννης* λέγων πᾶσιν ὁ Ἰωάννης WH NA28 ] ὁ Ἰωάννης ἅπασιν λέγων Treg RP· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ ⸀διακαθᾶραι διακαθᾶραι WH NA28 ] διακαθαριεῖ Treg; καὶ διακαθαριεῖ RP τὴν ἅλωνα αὐτοῦ καὶ ⸀συναγαγεῖν συναγαγεῖν WH NA28 ] συναξεῖ Treg RPτὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ§ καὶ Treg NA28 RP ] – WH τοῦτο ἐπὶ πᾶσιν, ⸀καὶ κατέκλεισεν τὸν Ἰωάννην ⸀ἐν* ἐν WH Treg NA28 ] + τῇ RPφυλακῇ.
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ⸀ὡς ὡς WH Treg NA28 ] ὡσεὶ RP περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ ⸀γενέσθαι γενέσθαι WH Treg NA28 ] + λέγουσαν RP Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
23 Καὶ αὐτὸς ⸀ἦν§ ἦν WH Treg NA28 ] + ὁ RP Ἰησοῦς ⸂ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα* ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα WH Treg NA28 ] ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP , ὢν ⸂υἱός, ὡς ἐνομίζετο⸃, Ἰωσὴφ τοῦ Ἠλὶ υἱός ὡς ἐνομίζετο WH Treg NA28 ] ὡς ἐνομίζετο υἱός RP 24 τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ 25 τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ 26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ ⸀Ἰωσὴχ Ἰωσὴχ WH Treg NA28 ] Ἰωσήφ RPτοῦ Ἰωδὰ 27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ 28 τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ 29 τοῦ ⸀Ἰησοῦ§ Ἰησοῦ WH Treg NA28 ] Ἰωσή RPτοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ 30 τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ 31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ 32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴλ τοῦ Βόος τοῦ ⸀Σαλὰ* Σαλὰ WH NA28 ] Σαλμών Treg NIV RPτοῦ Ναασσὼν 33 τοῦ ⸂Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ NA28 ] Ἀδμὶν τοῦ Ἀρνὶ WH; Ἀμιναδάβ τοῦ Ἀράμ Treg NIV RP τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα 34 τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ 35 τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ 36 τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ 37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ 38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.

*3:3 πᾶσαν WH Treg ] + τὴν NA28 RP

3:4 προφήτου WH Treg NA28 ] + λέγοντος RP

3:5 εὐθείαν NA28 RP ] εὐθείας WH Treg

§3:10 ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP

*3:11 ἔλεγεν WH Treg NA28 ] λέγει RP

3:12 ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP

3:14 Τί ποιήσωμεν καὶ ἡμεῖς WH Treg NA28 ] Καὶ ἡμεῖς τί ποιήσομεν RP

§3:14 αὐτοῖς WH Treg NA28 ] πρὸς αὐτούς RP

*3:16 λέγων πᾶσιν ὁ Ἰωάννης WH NA28 ] ὁ Ἰωάννης ἅπασιν λέγων Treg RP

3:17 διακαθᾶραι WH NA28 ] διακαθαριεῖ Treg; καὶ διακαθαριεῖ RP

3:17 συναγαγεῖν WH NA28 ] συναξεῖ Treg RP

§3:20 καὶ Treg NA28 RP ] – WH

*3:20 ἐν WH Treg NA28 ] + τῇ RP

3:22 ὡς WH Treg NA28 ] ὡσεὶ RP

3:22 γενέσθαι WH Treg NA28 ] + λέγουσαν RP

§3:23 ἦν WH Treg NA28 ] + ὁ RP

*3:23 ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα WH Treg NA28 ] ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP

3:23 υἱός ὡς ἐνομίζετο WH Treg NA28 ] ὡς ἐνομίζετο υἱός RP

3:26 Ἰωσὴχ WH Treg NA28 ] Ἰωσήφ RP

§3:29 Ἰησοῦ WH Treg NA28 ] Ἰωσή RP

*3:32 Σαλὰ WH NA28 ] Σαλμών Treg NIV RP

3:33 Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ NA28 ] Ἀδμὶν τοῦ Ἀρνὶ WH; Ἀμιναδάβ τοῦ Ἀράμ Treg NIV RP