6
1 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 ⸀ἢ* ἢ WH Treg NA28 ] – RPοὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; 4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; 5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν ⸂οὐδεὶς σοφὸς† οὐδεὶς σοφὸς WH Treg NA28 ] σοφὸς οὐδὲ εἷς RP ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ⸀ἀδελφοῦ‡ ἀδελφοῦ WH Treg NA28 RP ] + καὶ τοῦ ἀδελφοῦ em Holmesαὐτοῦ, 6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη μὲν ⸀οὖν§ οὖν WH Treg RP NA28 ] – NIVὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ⸀τοῦτο* τοῦτο WH Treg NA28 ] ταῦτα RPἀδελφούς.
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ⸂θεοῦ βασιλείαν† θεοῦ βασιλείαν WH Treg NA28 ] βασιλείαν θεοῦ RP οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε ⸂κλέπται οὔτε πλεονέκται‡ κλέπται οὔτε πλεονέκται WH Treg NA28 ] πλεονέκται οὔτε κλέπται RP , ⸀οὐ§ οὐ WH Treg NA28 ] οὔτε RP μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ⸀θεοῦ* θεοῦ WH Treg NA28 ] + οὐ RPκληρονομήσουσιν. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸀Ἰησοῦ† Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NA28; ἡμῶν Ἰησοῦ Χριστοῦ WHκαὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
12 Πάντα μοι ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ⸀ἢ‡ ἢ WH Treg NA28 ] – RPοὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ⸀ὑμῶν§ ὑμῶν WH Treg NA28 ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP
*6:2 ἢ WH Treg NA28 ] – RP
†6:5 οὐδεὶς σοφὸς WH Treg NA28 ] σοφὸς οὐδὲ εἷς RP
‡6:5 ἀδελφοῦ WH Treg NA28 RP ] + καὶ τοῦ ἀδελφοῦ em Holmes
§6:7 οὖν WH Treg RP NA28 ] – NIV
*6:8 τοῦτο WH Treg NA28 ] ταῦτα RP
†6:9 θεοῦ βασιλείαν WH Treg NA28 ] βασιλείαν θεοῦ RP
‡6:10 κλέπται οὔτε πλεονέκται WH Treg NA28 ] πλεονέκται οὔτε κλέπται RP
§6:10 οὐ WH Treg NA28 ] οὔτε RP
*6:10 θεοῦ WH Treg NA28 ] + οὐ RP
†6:11 Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NA28; ἡμῶν Ἰησοῦ Χριστοῦ WH
‡6:16 ἢ WH Treg NA28 ] – RP
§6:20 ὑμῶν WH Treg NA28 ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP