ΙΩΑΝΝΟΥ Γ΄
1
1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 Μειζοτέραν τούτων οὐκ ἔχω * ⸂ χαράν RP f 35 TR TNT2 NA NIV SBL ¦ χάριν WH ⸂χαράν,⸃ ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν * ⸆ – RP f 35 TR NA28 ¦ τῇ TNT2 WH NA25+27 NIV SBL ⸆ ἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ * ⸂ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους RP f 35 TR ¦ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους TNT2 WH NA NIV SBL ⸂εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους,⸃ 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ. 7 Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν * ⸂ ἐθνῶν RP f 35 TR ¦ ἐθνικῶν TNT2 WH NA NIV SBL ⸂ἐθνῶν.⸃ 8 Ἡμεῖς οὖν ὀφείλομεν * ⸂ ἀπολαμβάνειν RP f 35 TR ¦ ὑπολαμβάνειν TNT2 WH NA NIV SBL ⸂ἀπολαμβάνειν⸃ τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9 Ἔγραψα * ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL ⸆ τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. * ⸂ Ὁ ἀγαθοποιῶν … ὁ κακοποιῶν RP TNT2 WH NA NIV SBL ¦ Ὁ ἀγαθοποιῶν … ὁ δὲ κακοποιῶν f 35 TR ⸂Ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστίν· ὁ κακοποιῶν⸃ οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ * ⸂ οἴδατε RP TR ¦ οἴδαμεν f 35 ¦ οἶδας TNT2 WH NA NIV SBL ⸂οἴδατε⸃ ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον * ⸂ γράφειν … σοι γράψαι RP f 35 TR ¦ γράψαι σοι … σοι γράφειν TNT2 WH NA NIV SBL ⸂γράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·⸃ 14 ἐλπίζω δὲ εὐθέως * ⸉ ἰδεῖν σε RP f 35 TR ¦ σε ἰδεῖν TNT2 WH NA NIV SBL ⸉ἰδεῖν σε,⸊ καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι.
Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.
*1:4 ⸂ χαράν RP f 35 TR TNT2 NA NIV SBL ¦ χάριν WH
*1:4 ⸆ – RP f 35 TR NA28 ¦ τῇ TNT2 WH NA25+27 NIV SBL
*1:5 ⸂ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους RP f 35 TR ¦ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους TNT2 WH NA NIV SBL
*1:7 ⸂ ἐθνῶν RP f 35 TR ¦ ἐθνικῶν TNT2 WH NA NIV SBL
*1:8 ⸂ ἀπολαμβάνειν RP f 35 TR ¦ ὑπολαμβάνειν TNT2 WH NA NIV SBL
*1:9 ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL
*1:11 ⸂ Ὁ ἀγαθοποιῶν … ὁ κακοποιῶν RP TNT2 WH NA NIV SBL ¦ Ὁ ἀγαθοποιῶν … ὁ δὲ κακοποιῶν f 35 TR
*1:12 ⸂ οἴδατε RP TR ¦ οἴδαμεν f 35 ¦ οἶδας TNT2 WH NA NIV SBL
*1:13 ⸂ γράφειν … σοι γράψαι RP f 35 TR ¦ γράψαι σοι … σοι γράφειν TNT2 WH NA NIV SBL
*1:14 ⸉ ἰδεῖν σε RP f 35 TR ¦ σε ἰδεῖν TNT2 WH NA NIV SBL