ΙΩΑΝΝΟΥ Α΄
1
1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς— 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν— 3 ὅ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ· 4 καὶ ταῦτα γράφομεν * ⸂ ὑμῖν RP f 35 TR ¦ ἡμεῖς TNT2 WH NA NIV SBL ⸂ὑμῖν,⸃ ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
5 Καὶ * ⸂ ἔστιν αὕτη ἡ ἀγγελία RP f 35 TNT2 WH NA NIV SBL ¦ αὕτη ἔστιν ἡ ἐπαγγελία TR ⸂ἔστιν αὕτη ἡ ἀγγελία⸃ ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστίν, καὶ σκοτία * ⸉ ἐν αὐτῷ οὐκ ἔστιν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἔστιν ἐν αὐτῷ TNT2 WH ⸉ἐν αὐτῷ οὐκ ἔστιν⸊ οὐδεμία. 6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ σκότει * ⸂ περιπατῶμεν RP TR TNT2 WH NA NIV SBL ¦ περιπατοῦμεν f 35 ⸂περιπατῶμεν,⸃ ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν * ⸋ δὲ RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ – NA28 ⸋δὲ⸌ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα * ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ χριστοῦ⸃ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια * ⸉ οὐκ ἔστιν ἐν ἡμῖν RP f 35 TR WH NA NIV SBL ¦ ἐν ἡμῖν οὐκ ἔστιν TNT2 ⸉οὐκ ἔστιν ἐν ἡμῖν.⸊ 9 Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10 Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
*1:3 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*1:4 ⸂ ὑμῖν RP f 35 TR ¦ ἡμεῖς TNT2 WH NA NIV SBL
*1:5 ⸂ ἔστιν αὕτη ἡ ἀγγελία RP f 35 TNT2 WH NA NIV SBL ¦ αὕτη ἔστιν ἡ ἐπαγγελία TR
*1:5 ⸉ ἐν αὐτῷ οὐκ ἔστιν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἔστιν ἐν αὐτῷ TNT2 WH
*1:6 ⸂ περιπατῶμεν RP TR TNT2 WH NA NIV SBL ¦ περιπατοῦμεν f 35
*1:7 ⸋ δὲ RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ – NA28
*1:7 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL
*1:8 ⸉ οὐκ ἔστιν ἐν ἡμῖν RP f 35 TR WH NA NIV SBL ¦ ἐν ἡμῖν οὐκ ἔστιν TNT2