ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
1
Παῦλος δέσμιος * χριστου ιησου 45.2% ¦ ιησου χριστου BYZ PCK 54.5%Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ αγαπητη 93.4% ¦ αδελφη CT 5.4%ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιωτη 90.8% ¦ συνστρατιωτη TH WH 4%συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις § προς 97.3% ¦ εις WH 1.6%πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν * ημιν 64.4% ¦ υμιν PCK TR 34.7%ἡμῖν εἰς Χριστὸν ιησουν 96.6% ¦ — CT 2.1%Ἰησοῦν. χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαραν γαρ εχομεν πολλην SCR 4.8% ¦ χαραν γαρ πολλην εσχον CT 4.1%Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος § ιησου χριστου 91.9% ¦ χριστου ιησου CT 6.1%Ἰησοῦ Χριστοῦ. 10 Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς * μου 97.3% ¦ — CT 2.5%μου, Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δε 91.4% ¦ δε και NA 7.5%δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12  συ δε 93.1% ¦ σοι CT 0.7%σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, § προσλαβου 91.6% ¦ — CT 0.9%προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ * διακονη μοι 80% ¦ μοι διακονη CT 12.7%διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15 Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· 16 οὐκέτι ὡς δοῦλον, αλλ 96.1% ¦ αλλα SBL WH 2.8%ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.
17 Εἰ οὖν με 80.4% ¦ εμε TR 16.1%με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 Εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ § ελλογει 92.2% ¦ ελλογα CT 2.1%ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν * κυριω 74.4% ¦ χριστω CT 20.3%Κυρίῳ.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ο 93.9% ¦ α CT 4%ὃ λέγω ποιήσεις. 22 Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23  ασπαζονται 72.8% ¦ ασπαζεται ANT CT 25.5%Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 Ἡ χάρις τοῦ Κυρίου § ημων 89.4% ¦ — NA SBL WH 6.7%ἡμῶν Ἰησοῦ * χριστου 80% ¦ — PCK 15.9%Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. αμην 91.2% ¦ — NA SBL WH 2.3%Ἀμήν. The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.

*1:1 χριστου ιησου 45.2% ¦ ιησου χριστου BYZ PCK 54.5%

1:2 αγαπητη 93.4% ¦ αδελφη CT 5.4%

1:2 συστρατιωτη 90.8% ¦ συνστρατιωτη TH WH 4%

§1:5 προς 97.3% ¦ εις WH 1.6%

*1:6 ημιν 64.4% ¦ υμιν PCK TR 34.7%

1:6 ιησουν 96.6% ¦ — CT 2.1%

1:7 χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαραν γαρ εχομεν πολλην SCR 4.8% ¦ χαραν γαρ πολλην εσχον CT 4.1%

§1:9 ιησου χριστου 91.9% ¦ χριστου ιησου CT 6.1%

*1:10 μου 97.3% ¦ — CT 2.5%

1:11 δε 91.4% ¦ δε και NA 7.5%

1:12 συ δε 93.1% ¦ σοι CT 0.7%

§1:12 προσλαβου 91.6% ¦ — CT 0.9%

*1:13 διακονη μοι 80% ¦ μοι διακονη CT 12.7%

1:16 αλλ 96.1% ¦ αλλα SBL WH 2.8%

1:17 με 80.4% ¦ εμε TR 16.1%

§1:18 ελλογει 92.2% ¦ ελλογα CT 2.1%

*1:20 κυριω 74.4% ¦ χριστω CT 20.3%

1:21 ο 93.9% ¦ α CT 4%

1:23 ασπαζονται 72.8% ¦ ασπαζεται ANT CT 25.5%

§1:25 ημων 89.4% ¦ — NA SBL WH 6.7%

*1:25 χριστου 80% ¦ — PCK 15.9%

1:25 αμην 91.2% ¦ — NA SBL WH 2.3%

1:25 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.