5
1 Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν· 2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· 3 καὶ * ⸂ διὰ ταύτην RP f 35 TR ¦ δι᾽ αὐτὴν TNT2 WH NA NIV SBL ⸂διὰ ταύτην⸃ ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ * ⸂2 ἑαυτοῦ RP f 35 TR TNT2 WH NA25 ¦ αὐτοῦ NA27+28 NIV ¦ αὑτοῦ SBL ⸂2ἑαυτοῦ,⸃ προσφέρειν * ⸂3 ὑπὲρ RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL ⸂3ὑπὲρ⸃ ἁμαρτιῶν. 4 Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ καλούμενος ὑπὸ τοῦ θεοῦ, * ⸂ καθάπερ RP f 35 TR ¦ καθώσπερ TNT2 WH NA NIV SBL ⸂καθάπερ⸃ καὶ * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆2 Ἀαρών. 5 Οὕτως καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 6 Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 7 Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, 8 καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθεν τὴν ὑπακοήν, 9 καὶ τελειωθεὶς ἐγένετο * ⸉ τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν RP f 35 TR ¦ πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ TNT2 WH NA NIV SBL ⸉τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν⸊ αἴτιος σωτηρίας αἰωνίου· 10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. 12 Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, * ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL ⸋καὶ⸌ οὐ στερεᾶς τροφῆς. 13 Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν. 14 Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
*5:3 ⸂ διὰ ταύτην RP f 35 TR ¦ δι᾽ αὐτὴν TNT2 WH NA NIV SBL
*5:3 ⸂2 ἑαυτοῦ RP f 35 TR TNT2 WH NA25 ¦ αὐτοῦ NA27+28 NIV ¦ αὑτοῦ SBL
*5:3 ⸂3 ὑπὲρ RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL
*5:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*5:4 ⸂ καθάπερ RP f 35 TR ¦ καθώσπερ TNT2 WH NA NIV SBL
*5:4 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*5:9 ⸉ τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν RP f 35 TR ¦ πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ TNT2 WH NA NIV SBL
*5:12 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL