16
Διὰ τοῦτο διʼ ὁμοίων ἐκολάσθησαν ἀξίως, καὶ διὰ πλήθους κνωδάλον ἐβασανίσθησαν. Ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου, εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν, τροφὴν ἡτοίμασας ὀρτυγομήτραν, ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν, διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται, αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως. Ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσι, τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο. Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθε θηρίων θυμὸς, δήγμασί τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου.
Εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν, σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου. Ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα. Καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ. Οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ησαν ὑπὸ τοιούτων κολασθῆναι. 10 Τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθε καὶ ἰάσατο αὐτούς. 11 Εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο, καὶ ὀξέως διεσώζοντο, ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην, ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.
12 Καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτοὺς, ἀλλὰ ὁ σός Κύριε λόγος ὁ πάντα ἰώμενος. 13 Σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις, καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις. 14 Ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει, οὐδὲ ἀναλύει ψυχὴν παραληφθεῖσαν. 15 Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.
16 Ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς, ἐν ἰσχύϊ βραχίονός σου ἐμαστιγώθησαν, ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις, καὶ πυρὶ καταναλισκόμενοι.
17 Τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννῦντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ· ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶ δικαίων. 18 Ποτὲ μὲν γὰρ ἡμεροῦτο φλὸξ, ἵνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῶα, ἀλλʼ αὐτοὶ βλέποντες ἴδωσιν, ὅτι Θεοῦ κρίσει ἐλαύνονται. 19 Ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δυναμιν φλέγει, ἵνα ἀδίκου γῆς γεννήματα διαφθείρῃ. 20 Ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸ λαόν σου, καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως, πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν. 21 Ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα ἐνεφάνισε, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν, πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο. 22 Χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ, καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγομένον, ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον.
23 Τοῦτο πάλιν δʼ ἵνα τραφῶσι δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλελῆσθαι δυνάμεως. 24 Ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων, καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν εἰς σὲ πεποιθότων.
25 Διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη, τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρετεῖ, πρὸς τὴν τῶν δεομένων θέλησιν· 26 ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τούς σοι πιστεύοντας διατηρεῖ.
27 Τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον, ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο· 28 ὅπως γνωστὸν ᾖ, ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν σου, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι. 29 Ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.